Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.518 Joseph. BJ 4.525 (English) >>Joseph. BJ 4.534

4.522ὁρμήσας γοῦν ἀπὸ τῆς Ἀλούρου, κατὰ γὰρ ταύτην συνήθροιστο τὴν κώμην τότε τῶν Ἰδουμαίων τὸ στράτευμα, 4.523παραγίνεται πρὸς Σίμωνα, καὶ πρώτην αὐτῷ παραδώσειν συντίθεται τὴν αὐτοῦ πατρίδα, λαβὼν ὅρκους ὡς ἀεὶ τίμιος ὢν διατελέσει, συνεργήσειν δὲ ὑπέσχετο καὶ περὶ τῆς ὅλης Ἰδουμαίας. 4.524ἐφʼ οἷς ἑστιαθεὶς φιλοφρόνως ὑπὸ τοῦ Σίμωνος καὶ λαμπραῖς ἐπαρθεὶς ὑποσχέσεσιν, ἐπειδήπερ εἰς τοὺς σφετέρους ὑπέστρεψε, τὸ μὲν πρῶτον πολλαπλασίονα τὴν στρατιὰν ἐψεύδετο τοῦ Σίμωνος, 4.525ἔπειτα δεξιούμενος τούς τε ἡγεμόνας καὶ κατʼ ὀλίγους πᾶν τὸ πλῆθος ἐνῆγεν ὥστε δέξασθαι τὸν Σίμωνα καὶ παραδοῦναι δίχα μάχης αὐτῷ τὴν τῶν ὅλων ἀρχήν. 4.526ἅμα δὲ ταῦτα διαπραττόμενος καὶ Σίμωνα διʼ ἀγγέλων ἐκάλει σκεδάσειν ὑπισχνούμενος τοὺς Ἰδουμαίους· δὴ παρέσχεν. 4.527ὡς γὰρ ἦν ἤδη πλησίον στρατιά, πρῶτος ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετὰ τῶν συνδιεφθαρμένων ἔφευγε. 4.528πτοία δʼ ἐμπίπτει παντὶ τῷ πλήθει, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν λυθέντες ἐκ τῆς τάξεως ἀνεχώρουν ἕκαστοι πρὸς τὰ ἴδια.

-- --

4.529

Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν. 4.530ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῇδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτῳ Μέμφεως ἀρχαιοτέραν· δισχίλια γοῦν αὐτῇ καὶ τριακόσια ἔτη συναριθμεῖται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.518 Joseph. BJ 4.525 (English) >>Joseph. BJ 4.534

Powered by PhiloLogic